Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.51 Joseph. AJ 17.57 (English) >>Joseph. AJ 17.62

17.55καὶ Σύλλαιος αἰτίαν εἶχεν ἐκ τοιῶνδε ἐγκλημάτων· Κόρινθος ἦν Ἡρώδου σωματοφύλαξ τοῦ βασιλέως μάλιστα πιστευόμενος ὑπʼ αὐτοῦ. τοῦτον πείθει Σύλλαιος ἐπὶ χρήμασι μεγάλοις Ἡρώδην ἀποκτεῖναι, καὶ ὑπέσχετο. μαθὼν οὖν Φάβατος Συλλαίου πρὸς αὐτὸν εἰρηκότος διηγεῖται πρὸς τὸν βασιλέα. 17.56 δὲ τόν τε Κόρινθον βασανίζει συλλαβὼν καὶ πάντα ἀνάπυστα ἦν αὐτῷ. συλλαμβάνει δὲ καὶ δευτέρους Ἄραβας καταγορεύσει τῇ Κορίνθου πειθόμενος τὸν μὲν φύλαρχον ὄντα τὸν δὲ Συλλαίου φίλον. 17.57οἳ καὐτοί, βασανίζει γὰρ αὐτοὺς βασιλεύς, ὡμολόγουν ὅτι παρεῖεν ἐξοτρύνοντες μὴ μαλακίζεσθαι Κόρινθον καὶ εἴ που δεήσειεν καὶ συγχειρουργήσοντες αὐτῷ τὸν φόνον. καὶ Σατορνῖνος δηλώσεως αὐτῷ πάντων ὑπὸ Ἡρώδου γενομένης εἰς Ῥώμην ἐξέπεμψεν αὐτούς. 17.58

Φερώραν δὲ ἰσχυρῶς ἐμμένοντα εὐνοίᾳ τῆς γυναικὸς ἀναχωρεῖν εἰς τὴν αὑτοῦ Ἡρώδης κελεύει. δὲ ἀσμένως ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, πολλὰ ὀμόσας οὐ πρότερον ἥξειν πύθοιτο Ἡρώδην τετελευτηκότα, ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως ἀξιωθεὶς ἥκειν ἐπί τινων πίστεσιν ἐντολῶν, εἰ μέλλοι τελευτᾶν, οὐχ ὑπήκουσεν ἐπὶ τιμῇ τοῦ ὅρκου. 17.59οὐ μὴν Ἡρώδης γε μιμεῖται τὸ ἐπὶ τοιοῖσδε ἐκείνου γνώμην προαποφηνάμενον ἣν ἔχει, ἀλλʼ ἧκεν ὡς τὸν Φερώραν, ἐπειδὴ ὕστερον ἄρχεται νοσεῖν, καὶ μετακλήσεως αὐτῷ μὴ γενομένης, θανόντα δὲ περιστείλας ἐπὶ Ἱεροσολύμων ἀγόμενος ταφῆς ἠξίου καὶ πένθος μέγα ἐπʼ αὐτῷ προέθετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.51 Joseph. AJ 17.57 (English) >>Joseph. AJ 17.62

Powered by PhiloLogic